Job 9

1Ὑπολαβὼν δὲ Ιωβ λέγει 2Ἐπ' ἀληθείας οἶδα ὅτι οὕτως ἐστίν· πῶς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ κυρίῳ; 3ἐὰν γὰρ βούληται κριθῆναι αὐτῷ, οὐ μὴ ὑπακούσῃ αὐτῷ, ἵνα μὴ ἀντείπῃ πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χιλίων. 4σοφὸς γάρ ἐστιν διανοίᾳ, κραταιός τε καὶ μέγας· τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν; 5 παλαιῶν ὄρη καὶ οὐκ οἴδασιν, καταστρέφων αὐτὰ ὀργῇ· 6 σείων τὴν ὑπ' οὐρανὸν ἐκ θεμελίων, οἱ δὲ στῦλοι αὐτῆς σαλεύονται· 7 λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει· 8 τανύσας τὸν οὐρανὸν μόνος καὶ περιπατῶν ὡς ἐπ' ἐδάφους ἐπὶ θαλάσσης· 9 ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον καὶ ταμίεια νότου· 10 ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. 11ἐὰν ὑπερβῇ με, οὐ μὴ ἴδω· καὶ ἐὰν παρέλθῃ με, οὐδ' ὧς ἔγνων. 12ἐὰν ἀπαλλάξῃ, τίς ἀποστρέψει; τίς ἐρεῖ αὐτῷ Τί ἐποίησας; 13αὐτὸς γὰρ ἀπέστραπται ὀργήν, ὑπ' αὐτοῦ ἐκάμφθησαν κήτη τὰ ὑπ' οὐρανόν. 14ἐὰν δέ μου. ὑπακούσηται, διακρινεῖ τὰ ῥήματά μου 15ἐάν τε γὰρ δίκαιος, οὐκ εἰσακούσεταί μου, τοῦ κρίματος αὐτοῦ δεηθησομαι 16ἐάν τε καλέσω καὶ ὑπακούσῃ, οὐ πιστεύω ὅτι εἰσακήκοέν μου. 17μὴ γνόφῳ με ἐκτρίψῃ; πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκεν διὰ κενῆς. 18οὐκ ἐᾷ γάρ με ἀναπνεῦσαι, ἐνέπλησεν δέ με πικρίας. 19ὅτι μὲν γὰρ ἰσχύι κρατεῖ· τίς οὖν κρίματι αὐτοῦ ἀντιστήσεται; 20ἐὰν γὰρ δίκαιος, τὸ στόμα μου ἀσεβήσει· ἐάν τε ἄμεμπτος, σκολιὸς ἀποβήσομαι. 21εἴτε γὰρ ἠσέβησα, οὐκ οἶδα τῇ ψυχῇ, πλὴν ὅτι ἀφαιρεῖταί μου ζωή. 22διὸ εἶπον Μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή, 23ὅτι φαῦλοι ἐν θανάτῳ ἐξαισίῳ, ἀλλὰ δίκαιοι καταγελῶνται· 24παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς. πρόσωπα κριτῶν αὐτῆς συγκαλύπτει· εἰ δὲ μὴ αὐτός, τίς εστιν 25 δὲ βίος μού ἐστιν ἐλαφρότερος δρομέως· ἀπέδρασαν καὶ οὐκ εἴδοσαν. 26 καὶ ἔστιν ναυσὶν ἴχνος ὁδοῦ ἀετοῦ πετομένου ζητοῦντος βοράν; 27ἐάν τε γὰρ εἴπω, ἐπιλήσομαι λαλῶν, συγκύψας τῷ προσώπῳ στενάξω. 28σείομαι πᾶσιν τοῖς μέλεσιν, οἶδα γὰρ ὅτι οὐκ ἀθῷόν με ἐάσεις. 29ἐπειδὴ δέ εἰμι ἀσεβής, διὰ τί οὐκ ἀπέθανον; 30ἐὰν γὰρ ἀπολούσωμαι χιόνι καὶ ἀποκαθάρωμαι χερσὶν καθαραῖς, 31ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας, ἐβδελύξατο δέ με στολή. 32οὐ γὰρ εἶ ἄνθρωπος κατ' ἐμέ, ἀντικρινοῦμαι, ἵνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρίσιν. 33εἴθε ἦν μεσίτης ἡμῶν καὶ ἐλέγχων καὶ διακούων ἀνὰ μέσον ἀμφοτέρων· 34ἀπαλλαξάτω ἀπ' ἐμοῦ τὴν ῥάβδον, δὲ φόβος αὐτοῦ μή με στροβείτω, 35καὶ οὐ μὴ φοβηθῶ, ἀλλὰ λαλήσω· οὐ γὰρ οὕτω συνεπίσταμαι.
Copyright information for LXX